Πέμπτη 2 Μαΐου 2024
Η Ακουλουθία τού Νυμφίου 28,29,30/04/2024
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα
τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ
Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ
Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ
καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ
σῶσον, Ἀγαθὲ τὰς ψυχάς ἡμῶν.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος
Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ'.).
Δόξα Πατρὶ καὶ Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ
ὀνόματός σου. Κύριε ἐλέησον (γ΄.).
Δόξα… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω
τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ
ἐπὶ τῆς γῆς Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς
ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις
ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον
τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι,
κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν
φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα...
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ
ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς
σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ
δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας
χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν
συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης,
ἀήττητον τρόπαιον.
Καὶ νῦν ... Θεοτοκίον
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ
παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε
Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε
οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς
οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν,μόνη
εὐλογημένη.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός
σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Χορός: Κύριε, ἐλέησον (γ΄).
Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν
καὶ ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου
ἡμῶν ........................., καὶ πάσης τῆς ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης: Ἀμήν. Ἐν ὀνόματι Κυρίου,
εὐλόγησον, Πάτερ.
Ἱερεύς: Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ
ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν,
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης: Ἀμήν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία. (τρὶς)
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δὶς)
ΨΑΛΜΟΣ Γ΄ (3)
Κύριε τὶ ἐπληθύνθησαν οἱ θλίβοντές με;
πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος
ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν,
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου,
ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμὲ
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ ἔθεντό με βδέλυγμα ἑαυτοῖς
παρεδόθην καὶ οὐκ ἐξεπορευόμην οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας
ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
μή τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;
μή διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλεία;
μή γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
κᾀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε
ἵνα τί Κύριε ἀπωθῇ τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην
ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με
ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα
ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας .
Ἰδοὺὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶὁ Θεός ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου